Ancient Greek · ~3 min
I, Chapter 4
Theophrastus, Enquiry into Plants 4.2-9
Not analysed yet
Γίνεται μὲν οὖν ὁ λίβανος καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ ἔτι τὸ κινάμωμον ἐν τῇ τῶν Ἀράβων Χερρονήσῳ περί τε Σαβὰ καὶ Ἁδραμύτα καὶ Κιτίβαινα καὶ Μαμάλι. φύεται δὲ τὰ τοῦ λιβανωτοῦ καὶ τῆς σμύρνης δένδρα τὰ μὲν ἐν τῷ ὄρει τὰ δ᾿ ἐν ταῖς ἰδίαις γεωργίαις ὑπὸ τὴν ὑπώρειαν, δι᾿ ὃ καὶ τὰ μὲν θεραπεύεται τὰ δ᾿ οὔ· τὸ δ᾿ ὄρος εἶναί φασιν ὑψηλὸν καὶ δασὺ καὶ νιφόμενον, ῥεῖν δ᾿ ἐξ αὐτοῦ καὶ ποταμοὺς εἰς τὸ πέδιον. εἶναι δὲ τὸ μὲν τοῦ λιβανωτοῦ δένδρον οὐ μέγα. πεντάπηχυ δέ τι καὶ πολύκλαδον, φύλλον δ᾿ ἔχειν ἐμφερὲς τῇ ἀπίῳ, πλὴν ἔλαττον πολὺ καὶ τῷ χρώματι ποῶδες σφόδρα, καθάπερ τὸ πήγανον· λειόφλοιον δὲ πᾶν, ὥσπερ τὴν δάφνην.