Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.3
Not analysed yet
Οὐ μὴν ἀλλὰ καὶ τουτων εἴ τις ἀκριβολογεῖσθαι θέλοι, τὰ μὲν ἂν εὕροι κοινὰ καὶ ὥσπερ ἀμφίβια, καθάπερ μυρίκην ἰτέαν κλήθραν, τὰ δὲ καὶ τῶν ὁμολογουμένων χερσαίων πεφυκότα ποτὲ ἐν τῇ θαλάττῃ βιοῦν, φοίνικα σκίλλαν ἀνθέρικον. ἀλλὰ τὰ τοιαῦτα καὶ ὅλως τὸ οὕτω σκοπεῖν οὐκ οἰκείως ἐστὶ σκοπεῖν· οὐδὲ γὰρ οὐδ᾿ ἡ φύσις οὕτως οὐδ᾿ ἐν τοῖς τοιούτοις ἔχει τὸ ἀναγκαῖον. τὰς μὲν οὖν διαιρέσεις καὶ ὅλως τὴν ἱστορίαν τῶν φυτῶν οὕτω ληπτέον. δ᾿ οὖν καὶ ταῦτα καὶ τὰ ἄλλα διοίσει καθάπερ εἴρηται ταῖς τε τῶν ὅλων μορφαῖς καὶ ταῖς τῶν μορίων διαφοραῖς, ἢ τῷ ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῷ πλείω τὰ δ᾿ ἐλάττω, ἢ τῷ ἀνομοίως ἢ ὅσοι τρόποι διῄρηνται πρότερον.