# Enquiry into Plants 4.4-5

Theophrastus, Enquiry into Plants, Ε, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/4.4-5

Δοκεῖ δὲ καὶ ἡ ὀξύη πρὸς τὸ ὕδωρ ἀσαπὴς εἶναι καὶ βελτίων γίνεσθαι βρεχομένη. καὶ ἡ καρύα δὲ ἡ Εὐβοῖκὴ ἀσαπής. φασὶ δὲ καὶ τὴν πεύκην ἐλάτης μᾶλλον ὑπὸ τερηδόνος ἐσθίεσθαι· τὴν μὲν γἀρ εἶναι ξηράν, τὴν δὲ πεύκην ἔχειν γλυκύτητα, καὶ ὅσῳ ἐνδᾳδωτέρα, μᾶλλον· πάντσ δ᾿ ἐσθίεσθαι τερηδόνι πλὴν κοτίνου και ἐλάας· τὰ δὲ οὖ, διὶ τὴν πικρότητα. ἐσθίεται δὲ τὶ μὲν ἐν τῇ θαλάττῃ σηπόμενα ὑπὸ τιρηδόνος, τὰ δ' ἐν τῇ γῇ ὑπὸ σκωλήκων καὶ ὑπὸ θριπῶν· οὐ γαρ γίνεται τερηδὼν ἀλλ' ἤ ἐν τῇ θαλάττῃ. ἔστι δ ἡ τερηδὼν τῷ μὲν μεγέθει μικρόν, κεφαλὴν δ’ ἔχει μεγάλην καὶ ὀδόντας· οἱ δὲ θρίπες ὅμοιοι τοῖς σκώληξιν, ὑφ’ ὦν τιτραίνεται κατὰ μικρὸν τὰ ξύλα.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
