Ancient Greek · ~3 min
I, Chapter 4
Theophrastus, Enquiry into Plants 4.4-9
Not analysed yet
Ἔφασαν δὲ οὗτοι κατὰ τὸν παράπλουν ὃν ἐξ Ἡρώων ἐποιοῦντο κόλπου ζητεῖν ἐκβάντες ὕδωρ ἐν τῷ ὄρει καὶ οὕτω θεωρῆσαι τὰ δένδρα καὶ τὴν συλλογήν. εἶναι δ᾿ ἀμφοτέρων ἐντετμημένα καὶ τὰ στελέχη καὶ τοὺς κλάδους, ἀλλὰ τὰ μὲν ὥσπερ ἀξίνῃ δοκεῖν τετμῆσθαι τοὺς δὲ λεπτοτέρας ἔχειν τὰς ἐντομάς· τὸ δὲ δάκρυον τὸ μὲν καταπίπτειν τὸ δὲ καὶ πρὸς τῷ δένδρῳ προσέχεσθαι. ἐνιαχοῦ μὲν ὑποβεβλῆσθαι ψιάθους ἐκ φοινίκων πεπλεγμένας, ἐνιαχοῦ δὲ τὸ ἔδαφος μόνον ἠδαφίσθαι καὶ καθαρὸν εἶναι· καὶ τὸν μὲν ἐπὶ τῶν ψιάθων λιβανωτὸν εἶναι καὶ καθαρὸν καὶ διαφανῆ, τὸν δ᾿ ἐπὶ τῆς γῆς ἧττον· τὸν δ᾿ ἐπὶ τοῖς δένδροις προσεχόμενον ἀποξύειν σιδήροις, δι᾿ ὃ καὶ φλοιὸν ἐνίοις προσεῖναι.