Ancient Greek · ~2 min
Ε, Chapter 4
Theophrastus, Enquiry into Plants 4.5-3
Not analysed yet
καὶ ἔστι ταῦτα εὐίατα· πιττοκοπηθέντα γάρ ὅταν εἰς τὴν θάλατταν ἑλκυσθῇ στέγει· τὰ δὲ ὑπὸ τῶν τερηδόνων ἀνίατα. τῶν δὲ σκωλήκων τῶν ἐν τοῖς ξύλοις οἱ μέν εἰσιν ἐκ τῆς οἰκείας σήψεως, οἱ δ’ ἐντικτόντων ἑτέρων· ἐντίκτει γάρ, ὥσπερ καὶ τοῖς δένδροις, ὁ κεράστης καλούμενος, ὅταν τιτράνῃ καὶ κοιλάνῃ περιστραφεὶς ὡσπερεὶ μυοδόχον. φεύγει δὲ τά τε ὀσμώδη καὶ πικρὶ καὶ σκληρα διὶ τὸ μὴ δύνασθαι τιτρᾶναι, καθάπερ τὴν πύξον.