Ancient Greek · ~2 min
Ε, Chapter 4
Theophrastus, Enquiry into Plants 4.7-2
Not analysed yet
Ἐν Τύλῳ δὲ τῇ νήσῳ τῇ περὶ τὴν Ἀραβίαν εἶναί τί φασι ξύλον ἐξ οὖ τὰ πλοῖα ναυπηγοῦνται· τοῦτο δὲ ἐν μὲν τῇ θαλάττῃ σχεδὸν ἄσηπτον εἶναι· διαμένει γὰρ ἔτη πλείω ἤ διακόσια καταβυθιζόμενον· ἐἀν δὲ ἔξω, χρόνιον μὲν θᾶττον δὲ σήπεται. (θαυμαστὸν δὲ καὶ ἕτερον λέγουσι, οὐδὲν δὲ πρὸς τὴν σῆψιν. εἶναι γάρ τι δένδρον ἐξ οὗ τὲς βακτηρίας τέμνεσθαι, καὶ γίνεσθαι καλὰς σφόδρα ποικιλίαν τινὶ ἐχούσας ὁμοίαν τῷ τοῦ τίγριος δέρματι· βαρὺ δὲ σφόδρα τὸ ξύλον τοῦτο· ὅταν δέ τις ῥίψῃ πρὸς στερεώτερον τόπον, κατάγνυσθαι καθάπερ τά κεράμια.)