Ancient Greek · ~3 min
Ε, Chapter 5
Theophrastus, Enquiry into Plants 5.1-5
Not analysed yet
V. Ἒστι δὲ τὰ μὲν εὕεργα τῶν ξύλων, τὲ δὲ δύσεργα· εὕεργα μὲν τὰ μαλακά, καὶ πάντων μαλιστα φίλυρα· δύσεργα δὲ καὶ τὶ σκληρά καὶ τὶ ὀζώδη καὶ οὔλας ἔχοντα συστροφάς· δυσεργότατα δὲ ἀρία καὶ δρῦς, ὡς δὲ κατι μέρος ὁ τῆς πεύκης ὄζος καὶ τῆς ἐλάτης. ἀεὶ δὲ τῶν ὁμογενῶν τὸ μαλακώτερον τοῦ σκληροτέρου κρεῖττον· σαρκωδέστερον γάρ· καὶ εὐθὺ σκοποῦνται τὶς σανίδας οἱ τέκτονες οὕτως. τὰ δὲ μοχθηρὰ σιδήρια δύναται τέμνειν τὰ σκληρὰ μᾶλλον τῶν μαλακῶν· ἀνίησι γὰρ ἐν τοῖς μαλακοῖς, ὥσπερ ἐλέχθη περὶ τῆς φιλύρας, παρακονᾷ δὲ μάλιστα τὰ σκληρά· ὅἰ ὃ καὶ οἱ σκυτοτόμοι ποιοῦνται τοὺς πίνακας ἀχράδος.