# Enquiry into Plants 5.1-9

Theophrastus, Enquiry into Plants, I, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/5.1-9

V. Περὶ δὲ κιναμώμου καὶ κασίας τάδε λέγουσι· θάμνους μὲν ἀμφότερα ταῦτ᾿ εἶναι οὐ μεγάλους ἀλλ᾿ ἡλίκους ἄγνου, πολυκλάδους δὲ καὶ ξυλώδεις. ὅταν δὲ ἐκκόψωσιν, ὅλον τὸ κινάμωμον διαιρεῖν εἰς πέντε μέρη· τούτων δὲ τὸ πρῶτον πρὸς τοῖς βλαστοῖς βέλτιστον εἶναι, ὃ τεμνεται σπιθαμιαῖον ἢ μικρῷ μεῖζον· ἑπόμενον δὲ τὸ δεύτερον, ὃ καὶ τῇ τομῇ ἔλαττον· εἶτα τὸ τρίτον καὶ τέταρτον· ἔσχατον δὲ τὸ χείριστον τὸ πρὸς τῇ ῥίζῃ· φλοιὸν γὰρ ἐλάχιστον ἔχειν· χρήσιμος δὲ οὗτος, οὐ τὸ ξύλον· δι᾿ ὃ καὶ τὸ ἀκροφυὲς κράτιστον, πλεῖστον γὰρ ἔχειν καὶ τὸν φλοιόν. οἱ μὲν οὕτω λέγουσιν.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
