Ancient Greek · ~3 min
Η, Chapter 5
Theophrastus, Enquiry into Plants 5.2-7
Not analysed yet
τῶν δὲ ὑδάτων ἄριστα τὲ πότιμα καὶ τὰ ψυχρά. χείριστα δὲ τὰ ἁλυκὰ καὶ δυσμανῆ, δι᾿ ὃ καὶ ἐκ τῶν ὀχετῶν οὐ χρηστά· συμπεριφέρει γὰρ σπέρματα πόας. ἀγαθὰ δὲ τὰ ἐκ διός· ταῦτα γὰρ δοκεῖ καὶ φθείρειν τὰ θηρία τὰ γόνιμα κατεσθίοντα. φασὶ δέ τινες οὔτε τοῖς σικύοις συμφέρειν οὔτε τοῖς κρομύοις. ἀρδεύουσι δὲ τὰ μὲν ἄλλα πρωῒ ἢ πρὸς ἑσπέραν, ὅπως μὴ καθέψηται, τὸ δὲ ὤκιμον καὶ μεσημβρίας· καὶ γὰρ διαβλαστάνειν θᾶττόν φασι θερμῷ τὸ πρῶτον ἀρδευόμενον. τὸ δὲ πολὺ λίαν ὕδωρ δοκεῖ συμφέρειν ἄλλως τε καὶ ἐὰν ἔχῃ κόπρον· πολλάκις γὰρ πεινῆν τά λάχανά φασι, καὶ ταῦτα. γνωρίζειν τοὺς ἐμπείρους τῶν κηπουρῶν.