# Enquiry into Plants 5.3-4

Theophrastus, Enquiry into Plants, Δ, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/5.3-4

Τῶν δὲ ἡμερουμένων ἥκιστά φασιν ἐν τοῖς ψυχροῖς ὑπομένειν δάφνην καὶ μυρρίνην, καὶ τούτων δὲ ἦττον ἔτι τὴν μυρρίνην· σημεῖον δὲ λέγουσιν ὅτι ἐν τῷ Ὀλύμπῳ δάφνη μὲν πολλή, μύρρινος δὲ ὅλως οὐκ ἔστιν. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον οὐδ᾿ ἕτερον καίπερ σπουδαζόντων καὶ πάντα μηχανωμένων πρὸς τὰς ἱεροσύνας· συκαῖ δὲ πολλαὶ καὶ εὐμεγέθεις καὶ ῥοιαὶ δὲ περισκεπαζόμεναι· ἄπιοι δὲ καὶ μηλέαι πλεῖσται καὶ παντοδαπώταται καὶ χρησταί· αὖται δ᾿ ἐαριναὶ πλὴν εἰ ἄρα ἄψισι· τῆς δὲ ἀγρίας ὕλης ἐστὶ δρῦς πτελέα μελία καὶ ὅσα τοιαῦτα· πεύκη δὲ καὶ ἐλάτη καὶ πίτυς οὐκ ἔστιὺ οὐδὲ ὅλως οὐδὲν ἔνδᾳδον· ὑγρὰ δὲ αὕτη καὶ χείρων πολὺ τῆς Σινωπικῆς, ὥστ᾿ οὐδὲ πολ χρῶνται αὐτῇ πλὴν πρὸς τὰ ὑπαίθρια. ταῦτα μὲν οὖν περὶ τὸν Πόντον ἢ ἔν τισί γε τόποις αὐτοῦ.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
