Ancient Greek · ~3 min
Δ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.4-4
Not analysed yet
Ἐν δὲ τῆ Προποντίδι γίνεται καὶ μύρρινος καὶ δάφνη πολλαχοῦ ἐν τοῖς ὄρεσιν. ἴσως δ’ ἔνια καὶ τῶν τόπων ἴδια θετέον· ἕκαστοι γὰρ ἔχουσι τὰ διαφέροντα, ὥσπερ εἴρηται, κατὰ τὰς ὕλας οὐ μόνον τῷ βελτίω καὶ χείρω τὴν αὐτὴν ἔχειν ἀλλὰ καὶ τῷ φέρειν ἢ μὴ φέρειν· οἷον ὁ μὲν Τμῶλος ἔχει καὶ ὁ Μύσιος Ὄλυμπος πολὺ τὸ κάρυον καὶ τὴν διοσβάλανον, ἔτι δὲ ἄμπελον καὶ μηλέαν καὶ ῥόαν· ἡ δὲ Ἴδη τὰ μὲν οὐκ ἔχει τούτων τὰ δὲ σπάνια· περὶ δὲ Μακεδονίαν καὶ τὸν Πιερικὸν Ὄλυμπον τὰ μὲν ἔστι τὰ δ’ οὐκ ἔστι τούτων· ἐν δὲ τῇ Εὐβοίᾳ καὶ περὶ τὴν Μαγνησίαν τὰ μὲν Εὐβοϊκὰ πολλὰ τῶν δὲ ἄλλων οὐθέν· οὐδὲ δὴ περὶ τὸ Πέλιον οὐδὲ τὰ ἄλλα τὰ ἐνταῦθα ὅρη.