Ancient Greek
Η, Chapter 5
Theophrastus, Enquiry into Plants 5.4-7
Not analysed yet
Θηρία δὲ γίνεται ταῖς μὲν ῥαφανῖσι ψύλλαι, τῇ δὲ ῥαφάνῳ κάμπαι καὶ σκώληκες, καὶ ἐν τῇ θριδακίνῃ καὶ ἐν τοῖς πράσοις καὶ ἐν ἄλλοις δὲ πλείοσιν αἱ πρασοκουρίδες. ταύτας μὲν οὖν ἡ κράστις ἀθροισθεῖσα ἀπόλλυσι καὶ ὅταν κόπρος ἀθρόα που καταλάβῃ· φιλόκοπρον δ᾿ ἂν τὸ θηρίον ἀναδύεται καὶ ἐνδῦσα κοιμάται ἐν τῇ κόπρῳ, δι᾿ ὃ δὴ ῥᾴδιον θηρεύειν· ἄλλως δ᾿ οὐκ ἔστι. Ταῖς δὲ ῥαφανῖσι πρὸς τὰς ψύλλας πρόσφορον τὸ ἐπισπείρειν ὀρόβους. Προὸς δὲ τὸ μὴ γίνεσθαι ψύλλας οὔ φασιν εἶναι φάρμακον οὐδέν. ὑπὸ δὲ τὸ ἄστρον ὤκιμον μὲν λευκαίνεται κορίαννον δὲ ἁλμᾷ. τὰ μὲν οὖν συμβαίνοντα διὰ τούτων θεωρητέον.