Ancient Greek
Δ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.6-3
Not analysed yet
Ἀλλὰ καὶ τὰ φίλυδρα καὶ τὰ παραποτάμια ταῦθ᾿ ὁμοίως· ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ πλάτανον οὔ φασιν εἶναι πλὴν περὶ τὸ Διομήδους ἱερόν· σπανίαν δὲ καὶ ἐν Ἱταλίᾳ πάσῃ· καίτοι πολλοὶ καὶ μεγάλοι ποταμοὶ παρ’ ἀμφοῖν· ἀλλ’ οὐκ ἔοικε φέρειν ὁ τόπος· ἐν Ῥηγίῳ γοῦν ἃς Διονύσιος πρεσβύτερος ὁ τύραννος ἐφύτευσεν ἐν τῷ παραδείσῳ, α εἰσι νῦν ἐν τῷ γυμνασίῳ, φιλοτιμηθεῖσαι οὐ δεδύνηνται λαβεῖν μέγεθος.