Ancient Greek
Η, Chapter 5
Theophrastus, Enquiry into Plants 5.6-5
Not analysed yet
Πρὸς δὲ τὴν μαγειρικὴν χρείαν ἐπὶ πλείω διαμένει, πλὴν ἀσθενέστερα ταῦτα ἀναγκαῖον εἶναι διὰ τὴν ἀναπνοὴν καὶ τὴν σκωλήκωσιν. φθορὰ δὲ μάλιστα μὲν ὑπὸ τῶν θηρίων· γίγνεται γὰρ ἐν ἅπασι καὶ τοῖς δριμέσιν, ἥκιστα δὲ ἐν τῷ σικυῶνι· οὐ μὴν ἀλλὰ καὶ ἐξικμαζόμενα πικρὰ γίνεται τῇ γεύσει, δι᾿ ὃ καὶ πρὸς τὴν χρείαν χείρω. καὶ περὶ μὲν τῶν σπερμάτων καὶ ἀπλῶς τῶν κηπευομένων ἱκανῶς εἰρήσθω.