# Enquiry into Plants 6.10-4

Theophrastus, Enquiry into Plants, ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/6.10-4

Ὁ δὲ κρόκος ποώδης μὲν τῇ φύσει, καθάπερ καὶ ταῦτα, πλὴν φύλλῳ στενῷ, σχεδὸν γὰρ ὥσπερ τριχόφυλλόν ἐστιν· ὀψιανθὲς δὲ σφόδρα καὶ ὀψιβλαστὲς ἢ πρωιανθές, ὁποτέρως τις λαμβάνοι τὴν ὥραν· Πλειάδα γὰρ ἀνθεῖ καὶ ὀλίγας ἡμέρας· εὐθὺς δ᾿ ἅμα τῷ φύλλῳ καὶ τὸ ἄνθος ὠθεῖ· δοκεῖ δὲ καὶ πρότερον· ῥίζα δὲ πολλὴ καὶ σαρκώδης, καὶ τὸ ὅλον εὔζωον· φιλεῖ δὲ καὶ πατεῖσθαι καὶ γίνεται καλλίων κατατριβομένης πάτῳ τῆς ῥίζης· δι᾿ ὃ καὶ παρὰ τὰς ὁδοὺς καὶ ἐν τοῖς κροτητοῖς κάλλιστος. ἡ δὲ φυτεία ἀπὸ ῥίζης.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
