Ancient Greek
Η, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2-7
Not analysed yet
Ἰδίως δὲ ἡ ῥάφανος ἔχει παρὰ τὰ ἄλλα τοὺς καυλοὺς περιφερεστέρους καὶ λειοτέρους τῆς ἡμέρου, καὶ τὴν τοῦ φύλλου πρόσθεσιν ἐκείνη μὲν ἔχει πλατεῖαν αὕτη δὲ περιφερεστέραν, καὶ αὐτὸ δὲ τὸ φύλλον ἀγωνότερον· ἐπεὶ τά γε ἄλλα τραχύτερα καὶ τοῖς καυλοῖς καὶ τοῖς φύλλοις. Ἡ δὲ γογγυλὶς καὶ τὴν ῥίζαν ἔχει μακρὰν καὶ ῥαφανιδώδη καὶ τὸν καυλὸν βραχύν. Θριδακίνη δὲ τό τε φύλλον βραχύτερον τῆς ἡμέρου, καὶ τελεουμένης ἀκανθοῦται, καὶ τὸν καυλὸν ὁμοίως, τὸν ὀπὸν δὲ δριμὺν καὶ φαρμακώδη. φύεται δ᾿ ἐν ταῖς ἀρούραις· ὀπίζουσι δ᾿ αὐτὴν ὑπὸ πυραμητόν, καί φασι καθαίρειν ὕδρωπα καὶ ἀχλὺν ἀπ᾿ ὀφθαλμῶν ἀπάγειν καὶ ἄργεμα ἀφαιρεῖν ἐν γάλακτι γυναικείῳ.