Ancient Greek · ~2 min
Θ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.2-8
Not analysed yet
Πυκνοσπορεῖν δὲ καὶ μανοσπορεῖν καὶ πρὸς τὰς χώρας βλέποντα χρή· πλεῖον γὰρ ἡ πίειρα καὶ ἀγαθὴ δύναται φέρειν τῆς ὑφάμμου τε καὶ λεπτῆς. καίτοι λέγεταί τις λόγος ὡς ὁτὲ μὲν πλέον ὁτὲ δὲ ἔλαττον ἡ αὐτὴ δέχεται χώρα· καὶ οἰωνίζονται τὸ πλέον ὡς οὐκ ἀγαθόν, πεινῆν γὰρ εὐθύς φασι τὴν γῆν· οὗτος μὲν οὖν ἴσως εὐηθέστερος λόγος. εἰ δέ τις πρὸς τὰ σπέρματα θεωροίη καὶ μάλιστά γε πρὸς αὐτοὺς τοὺς τόπους ἅμα τῷ ἐδάφει καὶ τὴν θέσιν ἀναθεωρῶν τήν γε πρὸς τὰ πνεύματα καὶ τὸν ἥλιον, οἰκειότερον ἂν λαμβάνοι τὰς διαφοράς.