# Enquiry into Plants 6.3-2

Theophrastus, Enquiry into Plants, B, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/6.3-2

Φιλεῖ δὲ καὶ ὑδρείαν σφόδρα τὸ δένδρον· περὶ δὲ κόπρου διαμφισβητοῦσιν· οἱ μὲν γὰρ οὔ φασι χαίρειν ἀλλ᾿ ἐναντιώτατον εἶναι, οἱ δὲ καὶ χρῆσθαι καὶ ἐπίδοσιν πολλὴν ποιεῖν. δεῖν δ᾿ ὑδρεύειν εὗ μάλα κατὰ τῆς κόπρου, καθάπερ οἱ ἐν Ῥόδῳ. τοῦτο μὲν οὖν ἐπισκεπτέον· ἴσως γὰρ οἱ μὲν οὕτως οἱ δ᾿ ἐκείνως θεραπεύουσιν, καὶ μετὰ μὲν τοῦ ὕδατος ὠφέλιμον ἡ κόπρος ἄνευ δὲ τούτου βλαβερά. ὅταν δὲ ἐνιαύσιος γένηται, μεταφυτεύουσι καὶ τῶν ἀλῶν συμπαραβάλλουσι, καὶ πάλιν ὅταν διετής· χαίρει γὰρ σφόδρα τῇ μεταφυτείᾳ.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
