Ancient Greek
Δ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.4-4
Not analysed yet
Γίνεται δὲ ἐν μὲν τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας θαυμαστόν τι τὸ μέγεθος, ὥς φασι, καὶ τὸ πλάτος μεῖζον ὡς παλαιστιαῖον. φέρεται δὲ τοῦτο εἰς τὴν ἔσω θάλατταν ἅμα τῷ ῥῷ τῷ ἔξωθεν καὶ καλοῦσιν αὐτὸ πράσον· ἐν ταύτῃ δ’ ἔν τισι τόποις ὥστ’ ἐπάνω τοῦ ὀμφαλοῦ. λέγεται δὲ ἐπέτειον εἶναι καὶ φ ύεσθαι μὲν τοῦ ἦρος λήγοντος, ἀκμάζειν δὲ τοῦ θέρους, τοῦ μετοπώρου δὲ φθίνειν, κατὰ δὲ τὸν χειμῶνα ἀπόλλυσθαι καὶ ἐκπίπτειν. ἅπόντα δὲ καὶ τἆλλα τὰ φυόμενα χείρω καὶ ἀμαυρότερα γίνεσθαι τοῦ χειμῶνος. ταῦτα μὲν οὖν οἶον πρόσγεια περί γε τὴν θάλατταν. τὸ δὲ πόντιον φῦκος ὃ οἱ σπογγιεῖς ἀνακολυμβῶσι πελάγιον.