# Enquiry into Plants 6.6-3

Theophrastus, Enquiry into Plants, Δ, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/6.6-3

Ἄλλο δ’ ἐστὶν ὅμοιον τῇ ἀγρώστει· καὶ γὰρ τὸ φύλλον παραπλήσιον ἔχει καὶ τὴν ῥίζαν γονατώδη καὶ μακρὰν καὶ πεφυκυῖαν πλαγίαν, ὥσπερ ἡ τῆς ἀγρώστιδος· ἔχει δὲ καὶ καυλὸν καλαμώδη, καθάπερ ἡ ἄγρωστις· μεγέθει δὲ ἔλαττον πολὺ τοῦ φύκους. Ἄλλο δὲ τὸ βρύον, ὃ φύλλον μὲν ἔχει ποῶδες τῇ χρόᾳ, πλατὺ δὲ καὶ οὐκ ἀνόμοιον ταῖς θριδακίναις, πλὴν ῥυτιδωδέστερον καὶ ὥσπερ συνεσπασμένον. καυλὸν δὲ οὐκ ἔχει, ἀλλ’ ἀπὸ μιᾶς ἀρχῆς πλείω τὰ τοιαῦτα καὶ πάλιν ἀπ’ ἄλλης· φυεται δὲ ἐπὶ τῶν λίθων τὰ τοιαῦτα πρὸς τῇ γῇ καὶ τῶν ὀστράκων. καὶ τὰ μὲν ἐλάττω σχεδὸν ταῦτ’ ἐστίν.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
