# Enquiry into Plants 6.7-3

Theophrastus, Enquiry into Plants, Δ, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/6.7-3

δὲ δρῦς καὶ ἡ ἐλάτη παράγειοι μὲν ἄμφω· φ ύονται δ’ ἐπὶ λίθοις καὶ ὀστράκοις ῥίζας μὲν οὐκ ἔχουσαι, προσπεφυκυῖαι δὲ ὧσπερ αἱ λεπάδες. ἀμφότεραι μὲν οἶον σαρκόφυλλα· προμηκέστερον δὲ τὸ φύλλον πολὺ καὶ παχύτερον τῆς ἐλάτης πέφυκε καὶ οὐκ ἀνόμοιον τοῖς τῶν ὀσπρίων λοβοῖς, κοῖλον δ’ ἔνδοθεν καὶ οὐδὲν ἔχον ἐν αὐτοῖς· τὸ δὲ τῆς δρυὸς λεπτόν καὶ μυρικωδέστερον· χρῶμα δ’ ἐπιπόρφυρον ἀμφοῖν. ἡ δὲ ὅλη μορφὴ τῆς μὲν ἐλάτης ὀρθὴ καὶ αὐτῆς καὶ τῶν ἀκρεμόνων, τῆς δὲ δρυὸς σκολιωτέρα καὶ μᾶλλον ἔχουσα πλάτος· γίνεται δὲ ἄμφω καὶ πολύκαυλα καὶ μονόκαυλα, μονοκαυλότερον δὲ ἡ ἐλάτη· τὰς δὲ ἀκρεμονικὰς ἀποφύσεις ἡ μὲν ἐλάτη μακρὰς ἔχει καὶ εὐθείας καὶ μανάς, ἡ δὲ δρῦς βραχυτέρας και σκολιωτέρας καὶ πυκνοτέρας.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
