Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 6
Theophrastus, Enquiry into Plants 6.9-4
Not analysed yet
Ὁ δὲ νάρκισσος ἢ τὸ λείριον, οἱ μὲν γὰρ τοῦτο οἱ δ᾿ ἐκεῖνο καλοῦσι, τὸ μὲν ἐπὶ τῇ γῇ φύλλον ἀσφοδελῶδες ἔχει, πλατύτερον δὲ πολύ, καθάπερ ἡ κρινωνία, τὸν δὲ καυλὸν ἄφυλλον μὲν ποώδη δὲ καὶ ἐξ ἄκρου τὸ ἄνθος, καὶ ἐν ὑμένι τινὶ καθάπερ ἐν ἀγγείῳ καρπὸν μέγαν εὖ μάλα καὶ μέλανα τῇ χροιᾷ σχήματι δὲ προμήκη. οὗτος δ᾿ ἐκπίπτων ποιεῖ βλάστησιν αὐτόματον· οὐ μὴν ἀλλὰ καὶ συλλέγοντες πηγνύουσι καὶ τὴν ῥίζαν φυτεύουσιν. ἔχει ῥίζαν σαρκώδη στρογγύλην μεγάλην. ὄψιον δὲ σφόδρα· μετὰ γὰρ Ἀρκτοῦρον ἡ ἄνθησις καὶ περὶ ἰσημερίαν.