# Enquiry into Plants 7.1-3

Theophrastus, Enquiry into Plants, Γ, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/7.1-3

VII. Ἀποκοπέντος δὲ τοῦ στελέχους τὰ μὲν ἄλλα πάνθ᾿ ὡς εἰπεῖν παραβλαστάνει, πλὴν ἐὰν αἱ ῥίζαι πρότερον τύχωσι πεπονηκυῖαι· πεύκη δὲ καὶ ἐλάτη τελέως ἐκ ῥιζῶν αὐτοετεῖς αὐαίνονται καὶ ἐὰν τὸ ἄκρον ἐπικοπῇ. συμβαίνει δὲ ἴδιόν τι περὶ τὴν ἐλάτην· ὅταν γὰρ κοπῇ ἢ κολουσθῇ ὑπὸ πνεύματος ἢ καὶ ἄλλου τινὸς περὶ τὸ λεῖον τοῦ στελέχους ἔχει γὰρ μέχρι τινὸς λεῖον καὶ ἄοζον καὶ ὁμαλὸν ἱκανὸν ἴστῳ πλοίου — περιφύεται μικρόν, ὑποδεέστερον εἰς ὕψος, καὶ καλοῦσιν οἱ μὲν ἄμφαυξιν οἱ δὲ ἀμφίφυαν, τῷ μὲν χρώματι μέλαν τῇ δὲ σκληρότητι ὑπερβάλλον, ἐξ οὗ τοὺς κρατῆρας ποιοῦσιν οἱ περὶ Ἀρκαδίαν· τὸ δὲ πάχος οἷον ἂν τύχῃ τὸ δένδρον, ὅσῳπερ ἂν ἰσχυρότερον καὶ ἐγχυλότερον ἢ παχύτερον.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
