Ancient Greek · ~2 min
B, Chapter 7
Theophrastus, Enquiry into Plants 7.2-2
Not analysed yet
Διακαθαίρεσθαι δὲ πάντα ζητῖ· βελτίω γὰρ τῶν αὔων ἀφαιρουμένων ὥσπερ ἀλλοτρίων, ἃ και τὰς αὐξήσεις καὶ τὰς τροφὰς ἐμποδίζει. δι᾿ ὃ καὶ ὅταν ᾖ γεράνδρυον ὅλως κόπτουσιν· ἡ γὰρ βλάστησις νέα γίνεται τοῦ δένδρου. πλείστης δὲ διακαθάρσεώς φησιν Ἀνδροτίων δεῖσθαι μύρρινον καὶ ἐλάαν· ὅσῳ γὰρ ἂν ἐλάττω καταλίπῃς, ἄμεινον βλαστήσει καὶ τὸν καρπὸν οἴσει πλείω· πλὴιν ἀμπέλου δῆλον ὅτι· ταύτῃ γὰρ ἀναγκαιότερον καὶ πρὸς βλάστησιν καὶ πρὸς εὐκαρπίαν. ἁπλῶς δὲ καὶ ταύτην καὶ τὴν ἄλλην θεραπείαν πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ ποιητέον.