# Enquiry into Plants 7.2-4

Theophrastus, Enquiry into Plants, Δ, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/7.2-4

Ἐν δὲ τῇ θαλάττῃ φύεται. καλοῦσι δ’ αὐτὰ δαφνην καὶ ἐλάαν. ἔστι δὲ ἡ μὲν δάφνη ὁμοία τῇ ἀρίᾳ ἡ δὲ ἐλάα τῇ ἐλάᾳ τῷ φύλλῳ· καρπὸν δὲ ἔχει ἡ ἐλάα παραπλήσιον ταῖς ἐλάαις· ἀφίησι δὲ καὶ δάκρυον, ἐξ οὖ οἱ ἰατροὶ φάρμακον ἔναιμον συντιθέασιν ὃ γίνεται σφόδρα ἀγαθόν. ὅταν δὲ ὕδατα πλείω γένηται. μύκητεσ φύονται πρὸς τῇ θαλάττῃ κατά τινα τόπον, οὖτοι δὲ ἀπολιθοῦνται ὑπὸ τοῦ ἡλίου. ἡ δὲ θάλαττα θηριώδης· πλείστους δὲ ἔχει τοὺς καρχαρίας, ὥστε μὴ εἶναι κολυμβῆσαι. Ἐν δὲ τῷ κόλπω τῷ καλουμένῳ Ἡρώων. ἐφ’ ὃν καταβαίνουσιν οἱ ἐξ Λἰγύπτου, φύεται μὲν δάφνη τε καὶ ἐλάα καὶ θύμον, οὐ μὴν χλωρά γε ἀλλὰ λιθοειδῆ τὰ ὑπερέχοντα τῆς θαλάττης, ὅμοια δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς βλαστοῖς τοῖς χλωροῖς. ἐν δὲ τῷ θύμῳ καὶ τὸ τοῦ ἄνθους χρῶμα διαδηλον ὡσὰν μήπω τελέως ἐξηνθηκός. μήκη δὲ τῶν δενδρυφίων ὅσον εἰς τρεῖς πήχεις.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
