Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 7
Theophrastus, Enquiry into Plants 7.2-6
Not analysed yet
καίτοι διατείνονται τινες ὡς οὐκ ἐχόντων καρπόν· οἵ τε πεπειρᾶσθαι φάσκοντες καὶ τούτων εἰσίν, αὐτοὶ γὰρ ξηρᾶναι πολλάκις καὶ ἀποτρίψαι καὶ σπεῖραι, καὶ οὐδεπώποτε βλαστεῖν οὔτε ἕρπυλλον οὔτε ἑλένιον οὔτε σισύμβριον οὔτε μίνθαν· πεπειρᾶσθαι γὰρ καὶ ταύτης. ἀλλ᾿ ὅμως ἐκεῖνο ἀληθέστερον, ἥ τε τῶν ἀγρίων φύσις ἐπιμαρτυρεῖ· καὶ γὰρ ἕρπυλλός ἐστιν ἄγριος, ὃν κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσι καὶ ἐν Σικυῶνι καὶ Ἀθήνῃσιν ἐκ τοῦ Ὑμηττοῦ· παρ᾿ ἄλλοις δὲ ὅλως ὄρη πλήρη καὶ λόφοι, καθάπερ ἐν τῇ Θρᾴκῃ· καὶ σισύμβριον δὲ καὶ τἆλλα δριμυτέραν ἔχοντα τὴν ὀσμήν· ἕρπυλλος δ᾿ ἐνίοτε καὶ παντελῶς θυμώδης· ἃ δῆλον ὅτι ταύτην τὴν γένεσιν λαμβάνει.