# Enquiry into Plants 7.4-5

Theophrastus, Enquiry into Plants, ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/7.4-5

Ὁ δὲ ἀμάρακος ἀμφοτέρως φύεται, καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· πολύσπερμον δέ, καὶ τὸ σπέρμα εὔοσμον ὀσμῇ μαλακωτέρᾳ· δύναται δὲ καὶ μεταφυτεύεσθαι. πολύσπερμον δὲ καὶ τὸ ἀβρότονον καὶ οὐκ ἄοσμον. τοῦτο δὲ ῥίζας μὲν ἔχει ὀρθὰς καὶ κατὰ βάθους. ἔστι γὰρ ὥσπερ μονόρριζον τῇ παχείᾳ τὰς δ᾿ ἄλλας ἀπ᾿ αὐτῆς· ὁ δ᾿ ἀμάρακος καὶ ὁ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τὸ ἑλένιον ἐπιπολαίους καὶ πολυσχιδεῖς καὶ ταρρώδεις· ξνλώδεις δὲ πᾶσαι. πολὺ δὲ μᾶλλον ἡ τοῦ ἀβροτόνου καὶ διὰ τὸ μέγεθος καὶ τῇ ξηρότητι.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
