# Enquiry into Plants 7.6-2

Theophrastus, Enquiry into Plants, Γ, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/7.6-2

Ἡ μὲν οὖν δρῦς τοσαῦτα φέρει παρὰ τὸν καρπόν. οἱ γὰρ μύκητες ἀπὸ τῶν ῥιζῶν καὶ παρὰ τὰς ῥίζας φυόμενοι κοινοὶ καὶ ἑτέρων εἰσίν. ὡσαύτως δὲ καὶ ἡ ἰξία· καὶ γὰρ αὕτη φύεται καὶ ἐν ἄλλοις· ἀλλ᾿ οὐδὲν ἧττον, ὥσπερ ἐλέχθη. πλειστοφόρον ἐστίν· εἰ δέ γε δὴ καθ᾿ Ἡσίοδον φέρει μέλι καὶ μελίττας, ἔτι μᾶλλον· φαίνεται δ᾿ οὖν καὶ ὁ μελιτώδης οὗτος χυλὸς ἐκ τοῦ ἀέρος ἐπὶ ταύτῃ μάλιστα προσίζειν. φασὶ δὲ καὶ ὅταν κατακαυθῇ γίνεσθαι λίτρον ἐξ αὐτῆς. ταῦτα μὲν οὖν ἴδια τῆς δρυός.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
