Ancient Greek · ~4 min
I, Chapter 8
Theophrastus, Enquiry into Plants 8.2-9
Not analysed yet
Ὁ μὲν οὖν ὀπισμὸς γίνεται τῶν ὀπιζομένων ὡς ἐπὶ τὸ πολὺ τοῦ θέρους, τῶν μὲν ἐνισταμένου τῶν δὲ προεληλυθότος. ἡ δὲ ῥιζοτομία γίνεταί τινων καὶ ὑπὸ πυροτομίαν καὶ μικρῷ πρότερον, οὐ μὴν ἀλλ᾿ ἥ γε πλείων τοῦ μετοπώρου μετ᾿ Ἀρκτοῦρον, ὅταν φυλλορροήσωσιν, ὅσων δὲ καὶ ὁ καρπὸς χρήσιμος, ὅταν ἀμερθῶσι τὸν καρπόν. ἔστι δὲ ὁ ὀπισμὸς ἢ ἀπὸ τῶν καυλῶν, ὥσπερ τοῦ τιθυμάλλου καὶ τῆς θριδακίνης καὶ σχεδὸν τῶν πλείστων, ἢ ἀπὸ τῶν ῥιζῶν, ἢ τρίτον ἀπὸ τῆς κεφαλῆς, ὥσπερ τῆς μήκωνος· ταύτης γὰρ μόνης οὕτω καὶ τοῦτ᾿ ἴδιον αὐτῆς. τῶν μὲν οὖν καὶ αὐτόματος ὁ ὀπὸς συνίσταται δακρυώδης τις, ὥσπερ καὶ τῆς τραγακάνθης· ταύτην γὰρ οὐδὲ τέμνειν ἐστί· τῶν δὲ πλείστων ἀπὸ τῆς ἐντομῆς. ὧν ἐνίους μὲν εὐθὺς εἰς ἀγγεῖα συνάγουσιν, ὥσπερ καὶ τὸν τοῦ τιθυμαλλου ἢ μηκωνίου, καλοῦσι γὰρ ἀμφοτέρως, καὶ ἀπλῶς ὅσα πολύοπα τυγχάνει· τῶν δὲ μὴ πολυόπων ἐρίῳ λαμβάνουσιν ὥσπερ καὶ τῆς θριδακίνης.