Ancient Greek
I, Chapter 8
Theophrastus, Enquiry into Plants 8.4-7
Not analysed yet
Τῆς δὲ ῥιζοτομίας οὐκ ἔστι τοιαύτη διαφορὰ πλὴν ἐν ταῖς ὥραις οἷον θέρους ἢ μετοπώρου, καὶ τῷ τάσδε ἢ τάσδε τῶν ῥιζῶν· οἷον τοῦ ἐλλεβόρου τὰς κάτω τὰς λεπτάς· τὴν γὰρ ἄνω τὴν παχεῖαν τὴν κεφαλώδη φασὶν ἀχρεῖον εἶναι καὶ διδόναι ταῖς κυσὶν ὅταν βούλωνται καθαίρειν. καὶ ἐφ ἑτέρων δέ τινων τοιαύτας λέγουσι διαφοράς.