# Enquiry into Plants 8.7-4

Theophrastus, Enquiry into Plants, I, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/8.7-4

Φυλάττεσθαι δὲ καὶ τὴν κενταυρίδα τέμνοντα τριόρχην, ὅπως ἂν ἄτρωτος ἀπέλθῃ. καὶ ἄλλας δέ τινας αἰτίας. τὸ δ᾿ ἐπευχόμενον τέμνειν οὐθὲν ἴσως ἄτοπον· ἀλλ᾿ εἴ τι καὶ ἄλλο προστιθέασιν, οἷον ὅταν τὸ πάνακες τὸ Ἀσκληπίειον καλούμενον· ἀντεμβάλλειν γὰρ τῇ γῇ παγκαρπίαν καὶ μελιττοῦταν· ὅταν δὲ τὴν ξίριν, τριμήνου μελιττούτας ἀντεμβάλλειν μισθόν· τέμνειν δὲ ἀμφήκει ξίφει περιγράψαντα εἰς τρίς· καὶ ὅτι ἂν πρῶτον τμηθῇ μετέωρον ἔχειν εἶθ᾿ οὕτω τὸ ἕτερον τέμνειν.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
