Ancient Greek
Γ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.1-2
Not analysed yet
IX. Τῶν δὲ ἄλλων ἐλάττους· καὶ σχεδὸν τά γε πλεῖστα διαιροῦσι ἄρρενι καὶ θήλει, καθάπερ εἴρηται, πλὴν ὀλίγων ὦν ἐστι καὶ ἡ πεύκη· πεύκης γὰρ τὸ μὲν ἥμερον ποιοῦσι τὸ δ᾿ ἄγριον, τῆς δ᾿ ἀγρίας δύο γένη· καλοῦσι δὲ τὴν μὲν Ἰδαίαν τὴν δὲ παραλίαν· τούτων δὲ ὀρθοτέρα καὶ μακροτέρα καὶ τὸ φύλλον ἔχουσα παχύτερον ἡ Ἰδαία, τὸ δὲ φύλλον λεπτότερον καὶ ἀμενηνότερον ἡ παραλία καὶ λειότερον τὸν φλοιὸν καὶ εἰς τὰ δέρματα χρήσιμον· ἡ δὲ ἑτέρα οὔ. καὶ τῶν στροβίλων ὁ μὲν τῆς παραλίας στρογγύλος τε καὶ διαχάσκων ταχέως, ὁ δὲ τῆς Ἰδαίας μακρότερος καὶ χλωρὸς καὶ ἧττον χάσκων ὡς ἂν ἀγριώτερος· τὸ δὲ ξύλον ἰσχυρότερον τὸ τῆς παραλίας· δεῖ γὰρ καὶ τὰς τοιαύτας διαφορὰς λαμβάνειν τῶν συγγενῶν· γνώριμοι γὰρ διὰ τὴν χρείαν.