Ancient Greek · ~3 min
Θ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.2-6
Not analysed yet
Τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶς τίφης ὀλύρας βρόμου αἰγίλωπος, ἰσχυρότατον καὶ μάλιστα καρπιζόμενον ἡ ζειά· καὶ γὰρ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον· ὁ δὲ καρπὸς κουφότατος καὶ προσφιλὴς πᾶσι τοῖς ζώοις. τῶν δὲ ἄλλων ὁ βρόμος· πολύρριζος γὰρ καὶ οὗτος καὶ πολυκάλαμος. ἡ δὲ ὀλύρα μαλακώτερον καὶ ἀσθενέστερον τούτων. ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ καὶ μονοκάλαμον καὶ λεπτοκάλαμον, δι᾿ ὃ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥσπερ ἡ ζειὰ πίειραν καὶ ἀγαθήν. ἔστι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖς πυροῖς ἥ τε ζειὰ καὶ ἡ τίφη, ὁ δ᾿ αἰγίλωψ καὶ ὁ βρόμος ὥσπερ ἄγρι᾿ ἄττα καὶ ἀνήμερα.