# Enquiry into Plants 9.3-2

Theophrastus, Enquiry into Plants, Γ, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/9.3-2

Σχεδὸν δὲ κοινή τις ἡ διαφορὰ πάντων τῶν ἀρρένων καὶ θηλειῶν, ὡς οἱ ὑλοτόμοι φασίν. ἅπαν γὰρ τὸ ἄρρεν τῇ πελεκήσει καὶ βραχύτερον καὶ ἐπεστραμμένον μᾶλλον καὶ δυσεργότερον καὶ τῷ χρώματι μελάντερον, τὸ δὲ θῆλυ εὐμηκέστερον· ἐπεὶ καὶ τὴν αἰγίδα τὴν καλουμένην ἡ θήλεια τῆς πεύκης ἔχει· τοῦτο δ᾿ ἐστὶ τὸ ἐγκάρδιον αὐτῆς· αἴτιον δὲ ὅτι ἀπευκοτέρα καὶ ἧττον ἔνδᾳδος καὶ λειοτέρα καὶ εὐκτεανωτέρα. γίνεται δὲ ἐν τοῖς μέγεθος ἔχουσι τῶν δένδρων, ὅταν ἐκπεσόντα περισαπῇ τὰ λευκὰ τὰ κύκλῳ. τούτων γὰρ περιαιρεθέντων καὶ καταλειφθείσης τῆς μήτρας ἐκ ταύτης πελεκᾶται· ἔστι δὲ εὔχρουν σφόδρα καὶ λεπτόϊνον. ὃ δὲ οἱ περὶ τὴν Ἴδην δᾳδουργοὶ καλοῦσι συκῆν, τὸ ἐπιγιγνόμενον ἐν ταῖς πεύκαις, ἐρυθρότερον τὴν χροιὰν τῆς δᾳδός, ἐν τοῖς ἄρρεσίν ἐστι μᾶλλον· δυσῶδες δὲ τοῦτο καὶ οὐκ ὄζει δᾳδὸς οὐδὲ καίεται ἀλλ᾿ ἀποπηδᾷ ἀπὸ τοῦ πυρός.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
