Ancient Greek
Η, Chapter 9
Theophrastus, Enquiry into Plants 9.4-4
Not analysed yet
Διαφοραὶ δὲ καὶ τῶν σαρκωδῶν· αἱ μὲν γὰρ στρογγύλαι αἱ δὲ προμήκεις καὶ βαλανώδεις, ὥσπερ ἀσφοδέλου καὶ κρόκου· καὶ αἱ μὲν λεπυριώδεις, ὥσπερ ἡ τοῦ βολβοῦ καὶ τῆς σκίλλης καὶ ὅσαι βολβώδεις καὶ κρομύου δὲ καὶ γηθύου καὶ ὅσα τούτοις ὅμοια. αἱ δὲ ὁμαλεῖς καὶ ψαθυραὶ καὶ μαλακαὶ δι᾿ ὅλου καὶ ὥσπερ ἄρ λοιοι, καθάπερ τοῦ ἄρου· αἱ δὲ φλοιὸν ἔχουσι πρὸς τῇ σαρκί. καθάπερ ἡ τοῦ κυκλαμίνου καὶ τῆς γογγυλίδος. οὐχ ἅπασαι δ᾿ αἱ εὐώδεις ἢ γλυκεῖαι ἢ εὔστομοι καὶ ἐδώδιμοι, οὐδ᾿ αἱ πικραὶ ἄβρωτοι· ἀλλ᾿ ὅσαι ἀβλαβεῖς εἰσι τῷ σώματι μετὰ τὴν προσφοράν· ἔνιαι γὰρ γλυκεῖαι μὲν θανάσιμοι δὲ καὶ νοσώδεις, αἱ δὲ πικραὶ μὲν ἢ κακώδεις ὠφέλιμοι δέ.