Ancient Greek · ~2 min
Ε, Chapter 9
Theophrastus, Enquiry into Plants 9.6-3
Not analysed yet
Πρὸς δὴ τὰς καμινίας καὶ τὰς ἄλλας τέχνας ἄλλη ἄλλοις χρησίμη. ἐμπυρεύεσθαι δὲ ἄριστα συκῆ καὶ ἐλάα· συκῆ μέν, ὅτι γλίσχρον τε καὶ μανόν, ὥστε ἕλκει τε καὶ οὐ δίεισιν· ἐλάα δέ, ὅτι πυκνὸν καὶ λιπαρόν. Πυρεῖα δὲ γίνεται μὲν ἐκ πολλῶν, ἄριστα δέ. ὥς φησι Μενέστωρ, ἐκ κιττοῦ· τάχιστα γὰρ καὶ πλεῖστον ἀναπνεῖ. πυρεῖον δέ φασιν ἄριστον μὲν ἐκ τῆς ἀθραγένης καλουμένης ὑπό τινων· τοῦτο δ᾿ ἐστὶ δένδρον ὅμοιον τῇ ἀμπέλῳ καὶ τῄ οἰνάνθῃ τῇ ἀγρίᾳ· ὥσπερ ἐκεῖνα καὶ τοῦτο ἀναβαίνει πρὸς τὶ δένδρα.