# Περὶ φυτῶν αἰτιῶν 1.1.2

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.1.2

ὅπερ ἐκ τῶν ἄλλων πάντων λαμβάνειν ἐστὶν ὁμολογούμενον. ἀλλὰ διὰ τὸ μὴ χρῆσθαι τοὺς γεωργοὺς ἐπ᾽ ἐνίων, ὅτι θᾶττον ἀπ᾽ αὐτομάτων παραγίνεται καὶ διὰ τὸ μὴ εἶναι ῥᾳδίως ἐπί τινων λαμβάνειν μήτε τῶν δένδρων μήτε τῶν ποιωδῶν τὰ σπέρματα, διὰ ταῦτ᾽ οὐκ οἴονταί τινες πάντ᾽ ἀπὸ σπέρματος ἐνδέχεσθαι. καίτοι, καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται, καὶ φανερώτατον ἐπὶ τῶν συκῶν. ἔτι δὲ κατ᾽ ἄλλον τρόπον ἡ βλάστησις αὐτῶν, εἴ τι τῶν αὐτομάτων ἐκ συρροῆς καὶ σήψεως μᾶλλον δὲ ἀλλοιώσεως γινομένης φυσικῆς. ὅτι μὲν οὖν κοινὴ πᾶσιν ἡ διὰ τοῦ σπέρματος γένεσις φανερόν· εἰ δ’ ἀμφοτέρως ἔνια καὶ αὐτόματα καὶ ἐκ σπέρματος οὐδὲν ἄτοπον· ὥσπερ καὶ ζῶά τινα καὶ ἐξ ἀλλήλων καὶ ἐκ τῆς γῆς.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
