Ancient Greek
Book 1, Chapter 10
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.10.3
Not analysed yet
μέγα δὲ καὶ ὑγρότης καὶ μαλακότης εἰς τὸ προϊέναι ὥσπερ καὶ ἐπὶ τῆς πρώτης φύσεως ἐλέχθη· τὸ γὰρ ξηρὸν καὶ πυκνὸν οὐτ᾽ εὐδίοδον ὁμοίως οὐθ᾽ ὕλης ἔχει πλῆθος. ὅσα δὲ ἐν ταῖς ἐναντίαις ὥραις ἐκβλαστάνει τούτων αἰτιῶνταί τινες τὴν ψυχρότητα καὶ θερμότητα· τὰ μὲν γὰρ ψυχρὰ τοῦ θέρους, τὰ δὲ θερμὰ τοῦ χειμῶνος βλαστάνειν, ὥστε ἑκατέραν τὴν φύσιν σύμμετρον εἶναι πρὸς ἑκατέραν τῶν ὡρῶν. οὕτω γὰρ οἴεται καὶ Κλείδημος· οὐ κακῶς μὲν οὖν ἴσως οὐδὲ τοῦτο λέγεται, δεῖ δὲ καὶ τὴν ὀλιγότητα καὶ τὴν ἀσθένειαν καὶ εἴ τι ἄλλο συναίτιον προστιθέναι καθάπερ καὶ ἐπὶ τῶν λαχανωδῶν ὁρῶμεν.