Ancient Greek · ~2 min
Book 1, Chapter 10
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.10.5
Not analysed yet
καὶ τὰ ἀκανθώδη καὶ ποιώδη καὶ ῥιζοκέφαλα· καθάπερ ὁ τε σκορπίος καλούμενος καὶ τὰ τίφυα καὶ ἡ ἄκανθα βασιλικὴ καὶ τὸ λείριον ἔνια δὲ καὶ μετ᾽ ἀρκτοῦρον. εἴτε οὖν ὕστερα χρὴ καὶ ὀψιαίτερα ταῦτα λέγειν εἴτε καὶ πρωϊαίτερα γινομένων τῶν πρώτων ὑδάτων, οὐδὲν γὰρ διαφέρει πρός γε τὸ νῦν, ἀλλ᾽ ἐκεῖνο φανερὸν ὡς οὔτε μεγέθει καὶ μικρότητι τὸ πρωϊβλαστὲς καὶ ὀψιβλαστὲς ἀφοριστέον οὔτ᾽ ἴσως θερμότητι καὶ ψυχρότητι καὶ ὑγρότητι καὶ ξηρότητι μόνον, ἀλλὰ δεῖ τινα συμμετρίαν ἕκαστον ἔχειν πρὸς τὴν ὥραν .