Ancient Greek · ~3 min
Book 1, Chapter 10
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.10.7
Not analysed yet
ὡς δ᾽ ἐπὶ πᾶν καὶ καθόλου λαβεῖν τὰ ἀείφυλλα τῶν δένδρων καὶ ὀψιβλαστότερα καὶ ὀψικαρπότερα διά τε πυκνότητα καὶ ξηρότητα, κατὰ μικρὸν γὰρ ἡ ἐπιρροὴ, καὶ διὰ τὸ συνεχὲς ἀεὶ τῆς εἰς τὰ φύλλα διδομένης τροφῆς· οὐ γίνεται γὰρ ἀθροισμὸς ὥστε προορμᾶν, ἀλλ᾽ ἀπὸ τῆς ὥρας κινεῖται τῆς οἰκείας τὸ καθῆκον. σπάνια γὰρ ἄν τις λάβοι τὰ πρωϊβλαστῆ καὶ πρωΐκαρπα τῶν ἀειφύλλων οἷον τόν τε κιττὸν καὶ τὴν ῥάμνον καὶ εἴ τι τοιοῦτον. ἡ δὲ ἰδιότης εἴτε διὰ θερμότητα τούτων εἴτε καὶ μανότητα καὶ ὑγρότητα εἴτε καὶ διὰ ταύτας πάσας συμβαίνει τὰς αἰτίας διαιρετέον αὐτὸ τοῦτο πρῶτον ἴσως εἰπόντας ποῖα θερμὰ καὶ ποῖα ψυχρὰ καὶ τοῖς ποίοις ληπτέον. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ὕστερον πειρατέον εἰπεῖν· διὰ τί δὲ τὰ μὲν πρωϊβλαστῆ, τὰ δὲ ὀψιβλαστῆ ταύτας ἄν τις ἀποδοίη τὰς αἰτίας.