Ancient Greek · ~2 min
Book 1, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.11.3
Not analysed yet
ἡ μὲν γὰρ ἄμπελος ἡ μαινομένη τάχ᾽ ἂν δόξειεν οὐκ ἀλόγως δέχεσθαι· τῷ μὲν γὰρ μὴ ἐκπέττειν τὸν καρπὸν ὑπολείμματα πολλὰ ποιεῖται ὑγρότητος γονίμου, ταῦτα δ᾽ ὅταν ἀὴρ ἐπιλάβῃ μαλακὸς ἐκτίκτει, καθάπερ καὶ ἄλλοις τῶν δένδρων αἱ πορρώτεραι βλαστήσεις ἐπιγίνονται. ἡ δὲ μηλέα καὶ ὅσα ἄλλα τοιαῦτα τελεογονεῖ καὶ ἐκπέττει· δι᾽ ὃ τὸ μερίζεσθαι καὶ ἄλλοτ᾽ ἄλλο βλαστάνειν ἄτοπον καὶ ταῦτ᾽ ἀπὸ μιᾶς ὁρμῆς. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗται καὶ τοιαῦται εἴρηνται περὶ τούτων.