Ancient Greek · ~3 min
Book 1, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.11.6
Not analysed yet
τὸ γὰρ ὅλον βραχεῖά τις ἂν γένοιτο διάλειψις εἰ ἡ ἐκ τῆς γῆς τροφὴ δαψιλὴς εἴη καὶ ὁ ἀήρ εὐκραής. ἐπεὶ καὶ τὰ μὴ φυλλορροοῦντα παρά τισιν οἷον συκῆ καὶ ἄμπελος διὰ τοῦτο οὐ φυλλορροεῖ καθάπερ εἴρηται δι᾽ ὅτι διαρκὴς ἡ τροφή· τουτὶ μὲν οὖν κοινὸν ἐπὶ πλειόνων ἐστί· τὰ μὲν γὰρ διὰ τὴν φύσιν, τὰ δὲ διὰ τὸν τόπον ἔχει τοιαύτην. διῃρημένων δὲ τῶν μὲν φυλλοβόλων, τῶν δὲ ἀειφύλλων αἰτίας δ᾽ οὔσης τοῖς ἀειφύλλοις τῆς διαρκείας τῆς τροφῆς ὧν τὰ μὲν διὰ τὴν ἰδίαν φύσιν, τὰ δὲ διὰ τὸν τόπον τοιαῦτα, τρίτον δὴ καὶ ὥσπερ ἐφεξῆς τούτοις τὴν ἀειβλάστησιν θετέον, ὅτι τὸ ἀείφυλλον οὐκ ἀειβλαστὲς, ἀλλ᾽ ἐκεῖνα μὲν ὥσπερ διατηρεῖν μόνον δύνανται τὰ προϋπάρχοντα ταῦτα δὲ καὶ προσεπιγεννᾶν ἕτερα διὰ τὴν ἰδίαν δῆλον ὅτι φύσιν· τοῦτο δὲ καὶ ἐν ἄλλοις μέχρι τινός·