# Περὶ φυτῶν αἰτιῶν 1.11.8

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.11.8

ἀλλ᾽ ἐκεῖνο μᾶλλον ζητητέον τίς ἢ πόθεν ἡ κρᾶσις καὶ ἡ σύστασις τῶν τοιούτων· ἔοικε δὲ παραπλήσιον πλὴν χαλεπώτερον καὶ τίς ἡ τῶν ἀειφύλλων· προσεπειπεῖν γὰρ δεῖ καὶ διὰ τί τοσαύτην λαμβάνει καὶ δύναται πέττειν ὥστε γεννᾶν· ἡ γὰρ ἐπιβλάστησις καρποτοκίας ἕνεκα· ἐπεὶ τό γε πλείους ἅμα καρποὺς ἔχειν τὸν μὲν τέλειον, τὸν δ᾽ ἀτελῆ, τὸν δ᾽ ὑποφυόμενον συμβαίνει καὶ τῇ ἀρκεύθῳ καὶ ἄλλοις ὧν βραδεῖά τε ἡ ἐκπέψις καὶ δυσαπόπτωτος ὁ καρπός. ἡ μὲν οὖν τούτων αἰτία μέχρι τούτων εἰρήσθω τὰ νῦν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
