# Περὶ φυτῶν αἰτιῶν 1.12.5

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.12.5

ἐπεὶ καὶ ἄτοπον εἰ τὸ θρεπτικὸν, ὃ δὴ διαπλάττει καὶ δίδωσι τροφὰς, διαιρεῖται κατὰ μέρη τὴν ἐνέργειαν· ἢ πάλιν εἴ τι τῶν σωματικῶν τὸ ἐνεργοῦν οἷον πνεῦμα ἢ πῦρ· οὐδὲ γὰρ ταῦτα εἰκός, ἀλλ᾽ ὅταν ἅμα ταῖς ὥραις κινηθῶσιν ὁμοίως δι᾽ ὅλων διήκειν τῶν φυτῶν· ἓν γάρ τι τὸ γεννῶν, οὐχ ὥσπερ Ἐμπεδοκλῆς διαιρεῖ καὶ μερίζει τὴν μὲν γῆν εἰς τὰς ῥίζας, τὸν δ᾽ αἰθέρα εἰς τοὺς βλαστοὺς ὡς ἑκάτερον ἑκατέρου χωριζόμενον, ἀλλ᾽ ἐκ μιᾶς ὕλης καὶ ὑφ᾽ ἑνὸς αἰτίου γεννῶντος. ὡς ἡ τῶν ὅλων σύστασις μικρὰν ἀεί τινα λαμβάνει ἔφεξιν καὶ κατὰ τὰς τροφὰς καὶ κατὰ τὰς αὐξήσεις, ὥστε δ᾽ ὅλαις ὥραις χωρίζειν μέγα κομιδῆ τὸ διάστημα τῶν χρόνων.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
