Ancient Greek · ~2 min
Book 1, Chapter 13
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.13.6
Not analysed yet
πλὴν συμβαίνει γε τοῦτο καὶ τοῖς ἀνθρώποις, δι᾽ ὃ καὶ αἱ κοιλίαι μάλιστα λύονται καὶ πυρετοὶ πολλοὶ γίνονται καθυγραινομένων τῶν σωμάτων. δοκεῖ δὲ καὶ ἡ γῆ τότε καθυγράνθαι μᾶλλον ὅθεν καὶ ὑδάτων ἀναδόσεις καὶ ἕτεραι μεταβολαὶ γίνονται πλείους. ἀλλὰ δι᾽ ἣν μὲν αἰτίαν ἕκαστα συμβαίνει τούτων ἕτερος λόγος· ὅτι δὲ ἐξυγραινομένων τῶν φυτῶν καὶ τοῦ ἔξωθεν ἀέρος οὐκ ἀντιπίπτοντος ἡ ἐπιβλάστησις οὐκ ἄλογος φανερὸν ἐκ τῶν εἰρημένων.