Ancient Greek
Book 1, Chapter 13
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.13.9
Not analysed yet
ἐπεὶ καὶ τὰ δοκοῦντα δικαρπεῖν μηλεῶν τέ τινα γένη καὶ ἀπίων ἐν τούτοις μάλιστα γίνεται τοῖς τόποις ἅτε παρεκτεινούσης ἐπὶ πολὺ τῆς ὥρας. καὶ ταχὺ τῶν προτέρων ἀφαιρουμένων ἃ μὴ πρωϊκαρπεῖ ὅμως διφορεῖ. θᾶττον γὰρ πάλιν ἀναπληροῦνται καὶ κυΐσκονται, δι᾽ ὃ᾽ καὶ χρῶνταί τινες αὐτῷ τῶν πρὸς τὴν ἀγορὰν βλεπόντων. οὐ μὴν ἀλλ᾽ οὐδέν γε ὡς εἰπεῖν τῶν δικαρπούντων ὅμοιον γίνεται τοῖς ἐξ ἀρχῆς ἀλλ᾽ ὡς ὁρμὴν μόνον τοῦ φυτοῦ λαμβάνοντος, οὐ συνεκτελέσαντος δὲ τοῦ ἡλίου καὶ τοῦ ἀέρος.