Ancient Greek · ~2 min
Book 1, Chapter 14
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.14.1
Not analysed yet
Τὸ δ᾽ ἐπὶ τῶν διφορούντων δένδρων ὅμοιόν τινα τρόπον ἐστὶ τῷ ἐπὶ τῶν προβάτων γινομένῳ· ἐκεῖνα γὰρ εὐτοκήσαντα καὶ εὐγονοῦντα πάλιν ὁρμᾷ πρὸς τὴν κύησιν ἐκποιούσης ἔτι τῆς ὥρας. καὶ τὰ δένδρα παραιρεθέντων τῶν πρώτων καρπῶν γονεύει πάλιν ἑτέρους, δεῖται δ᾽ ἴσως χώρας τε εὐτρόφου τὰ τοιαῦτα τῆς τε θεραπείας πλείονος ἀμφοῖν καὶ μάλισθ᾽ ὡς εἰπεῖν τῆς τοῦ ἀέρος κράσεως ὅπως λάβῃ τὸν χρόνον ἱκανὸν εἰς τὴν κύησιν.