Ancient Greek · ~3 min
Book 1, Chapter 15
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.15.1
Not analysed yet
Τὰ δ᾽ ἀργὰ τῶν εἰργασμένων πρωϊβλαστότερα καθάπερ ἄμπελος, μηλέα, ἐλάα, συκῆ, τὰ ἄλλα, διὰ τὸ κατέχειν ἔνια τὴν θερμότητα μᾶλλον μὴ ἀνασκαπτομένης τῆς γῆς μηδὲ γυμνουμένων τῶν ῥιζῶν· αὕτη γὰρ ἡ κινοῦσα· καὶ διὰ τὸ μηδεμίαν ἐν τοῖς ἄνω γίνεσθαι πληγὴν κλωμένων ἢ καρπολογουμένων· ἀφελκούμενα γὰρ πόνον τε παρέχει καὶ καταψύχει καὶ εἰς ὀλίγον συστέλλει. τοῖς δὲ πολλοῖς διαδίδοται κατὰ μικρὰ, δι’ ὃ ταῦτα ταῖς ὥραις ὑπακούει, καὶ ἔτι δὴ καὶ μάλισθ᾽ ὡς εἰπεῖν διὰ τὸ ἀκλάστων ὄντων καὶ ἀκαθάρτων ἐν πολλοῖς εἶναι καὶ κατὰ μικρὰ τὰς γονίμους ἀρχὰς, ὧν ἕκαστον διὰ τὴν ὀλιγότητα καὶ σμικρᾶς δεῖται κινήσεως καὶ εὐθὺς ποιεῖται τὰς ἐκβλαστήσεις· ὃ καὶ ἐπὶ τῶν ἀπίων ξυμβαίνει·