Ancient Greek
Book 1, Chapter 15
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.15.4
Not analysed yet
ἁπλῶς δ᾽ οὐ τὰ ἰσχυρότερα καὶ τροφιμώτερα καθάπερ οὐδ᾽ ἐπὶ τῶν ζώων, ἀλλ᾽ ἑτέρα τις καθ᾽ ἑαυτὴν πρὸς καρπογονίαν ἰσχὺς καὶ δύναμις. μανὸν γὰρ καὶ εὐδίοδον καὶ ὑγρὸν εἶναι δεῖ τὸ καρποτοκῆσον, ἡ δὲ πυκνότης ἐναντίον ὥσπερ καὶ ἐπὶ τῶν γυναικῶν καὶ ἐπὶ τῶν ἄλλων ζώων· ὃ καὶ ἡ γεωργία βούλεται ποιεῖν ἀφαιροῦσά τε τὰ περιττὰ καὶ τροφὴν παρέχουσα καὶ εὔειλα καὶ εὔπνοα ποιοῦσα. προφαίνει μὲν οὖν πλείω καρπὸν διὰ τὸ πρότερον εἰρημένον, τοῦτον δὲ οὐκ ἐκπέττει διὰ ταύτας τὰς αἰτίας.