Ancient Greek · ~2 min
Book 1, Chapter 16
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.16.11
Not analysed yet
οὐδ᾽ ἐν τοῖς ζώοις ὅσα πλάττεται ἢ καταναγκά- ζεται πρὸς μικρότητα καὶ μέγεθος καί τιν᾽ ἄλλον τύπον τῆς μορφῆς οὐ θετέα ταῦτα κατὰ φύσιν. ἡ δ᾽ ἀεὶ πρὸς τὸ βέλτιστον ὁρμᾷ καὶ τοῦθ᾽ ὥσπερ ὁμολογούμενόν ἐστι, ταύτῃ δὲ καὶ τὰ τῆς θεραπείας· ἅμα γὰρ καὶ τελείωσις γίνεται τῆς φύσεως ὅταν ὧν ἐλλιπὴς τυγχάνῃ ταῦτα προσλάβῃ διὰ τέχνης οἷον τροφῆς τε ποιότητα καὶ ἀφθονίαν καὶ τῶν ἐμποδιζόντων καὶ τῶν κωλυόντων ἀφαίρεσιν· ἃ παρέχουσι δῆλον ὅτι καὶ οἱ οἰκεῖοι τόποι πρὸς ἕκαστον, ἐν οἷς δή φαμεν δεῖν θεωρεῖν τὰς φύσεις αὐτῶν.